Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.73 Joseph. AJ 15.80 (English) >>Joseph. AJ 15.84

15.77ὑπὲρ τούτων Ἡρώδης ἔγραφεν καὶ τὰς ἄλλας διεξῄει τιμάς, ἃς ἔχοι παρʼ Ἀντωνίῳ συνθακῶν ἐν ταῖς διαγνώσεσιν καὶ συνεστιώμενος ἐφʼ ἑκάστης ἡμέρας, καὶ τούτων ὅπως τυγχάνοι χαλεπῆς εἰς τὰς διαβολὰς αὐτῷ τῆς Κλεοπάτρας οὔσης· πόθῳ γὰρ τῆς χώρας ἐξαιτουμένη τὴν βασιλείαν αὐτῇ προσγενέσθαι πάντα τρόπον ἐκποδὼν αὐτὸν ἐσπουδάκει ποιεῖσθαι. 15.78δικαίου μέντοι τυγχάνων Ἀντωνίου μηδὲν ἔτι δυσχερὲς προσδοκᾶν, ἀλλὰ καὶ θᾶττον ἥξειν βεβαιοτέραν τὴν εὔνοιαν τὴν παρʼ αὐτοῦ προσειληφὼς τῇ βασιλείᾳ καὶ τοῖς πράγμασιν. 15.79καὶ τῇ Κλεοπάτρᾳ μηκέτι προσεῖναι τὴν ἐλπίδα τῆς πλεονεξίας Ἀντωνίου δόντος ἀνθʼ ὧν ἠξίου τὴν κοίλην Συρίαν καὶ διὰ τούτου παρηγορήσαντος ὁμοῦ καὶ ἀποσκευασαμένου τὰς ἐντεύξεις, ἃς ὑπὲρ τῆς Ἰουδαίας ἐποιεῖτο. 15.80

Τούτων τῶν γραμμάτων ἀπενεχθέντων ἐπαύσαντο μὲν ἐκείνης τῆς ὁρμῆς, ἣν ὡς ἀπολωλότος εἶχον καταφυγεῖν ἐπὶ τοὺς Ῥωμαίους, οὐ μὴν ἔλαθεν αὐτῶν προαίρεσις, ἀλλʼ ἐπεὶ παραπέμψας βασιλεὺς Ἀντώνιον ἐπὶ Πάρθους εἰς τὴν Ἰουδαίαν ὑπέστρεψεν, εὐθὺς μὲν τε ἀδελφὴ Σαλώμη καὶ μήτηρ αὐτῷ τὴν διάνοιαν ἣν ἔσχον οἱ περὶ τὴν Ἀλεξάνδραν ἀπεσήμηναν, 15.81 δὲ Σαλώμη καὶ κατὰ τἀνδρὸς Ἰωσήπου λόγον εἶπεν τὸ ἐν διαβολῇ ποιοῦσα καὶ τῇ Μαριάμμῃ συγγενόμενον διατελεῖν. ἔλεγεν δὲ ταῦτα χαλεπῶς ἔχουσα πρὸς αὐτὴν ἐκ πλείονος, ὅτι κατὰ τὰς διαφορὰς φρονήματι χρωμένη μείζονι τὴν ἐκείνων ἐξωνείδιζεν δυσγένειαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.73 Joseph. AJ 15.80 (English) >>Joseph. AJ 15.84

Powered by PhiloLogic